Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.39 Joseph. AJ 5.44 (English) >>Joseph. AJ 5.48

5.42

Ταῦτα μὲν Ἰησοῦς ἐπὶ στόμα πεσὼν ἠρώτα τὸν θεόν· χρηματίσαντος δὲ ἀνίστασθαι τοῦ θεοῦ καὶ καθαίρειν τὸν στρατὸν μιάσματος ἐν αὐτῷ γεγονότος κλοπῆς τε τῶν καθιερωμένων αὐτῷ χρημάτων τετολμημένης, διὰ γὰρ ταῦτα τὴν νῦν αὐτοῖς ἧτταν συμπεσεῖν, ἀναζητηθέντος δὲ τοῦ δράσαντος καὶ κολασθέντος νίκην αὐτοῖς ἀεὶ πορίζεσθαι τῶν πολεμίων, φράζει ταῦτα πρὸς τὸν λαὸν Ἰησοῦς, 5.43καὶ καλέσας Ἐλεάζαρον τὸν ἀρχιερέα καὶ τοὺς ἐν τέλει κατὰ φυλὴν ἐκλήρου. τούτου δὲ τὸ τετολμημένον ἐκ τῆς Ἰούδα φυλῆς δηλοῦντος κατὰ φατρίας πάλιν ταύτης προτίθησι τὸν κλῆρον. τὸ δʼ ἀληθὲς τοῦ κακουργήματος περὶ τὴν Ἀχάρου συγγένειαν ηὑρίσκετο. 5.44κατʼ ἄνδρα δὲ τῆς ἐξετάσεως γινομένης λαμβάνουσι τὸν Ἄχαρον· δʼ οὐκ ἔχων ἔξαρνος εἶναι τοῦ θεοῦ δεινῶς αὐτὸν ἐκπεριελθόντος ὡμολόγει τε τὴν κλοπὴν καὶ τὰ φώρια παρῆγεν εἰς μέσον. καὶ οὗτος μὲν εὐθὺς ἀναιρεθεὶς ἐν νυκτὶ ταφῆς ἀτίμου καὶ καταδίκῳ πρεπούσης τυγχάνει. 5.45

Ἰησοῦς δὲ ἁγνίσας τὸν στρατὸν ἐξῆγεν ἐπὶ τὴν Ναϊὰν αὐτὸς καὶ νυκτὸς τὰ περὶ τὴν πόλιν ἐνέδραις προλοχίσας ὑπὸ τὸν ὄρθρον συμβάλλει τοῖς πολεμίοις. τῶν δὲ μετὰ θράσους αὐτοῖς διὰ τὴν προτέραν νίκην ἐπιόντων ὑποχωρεῖν προσποιησάμενος ἕλκει τῷ τρόπῳ τούτῳ μακρὰν αὐτοὺς τῆς πόλεως διώκειν οἰομένους καὶ ὡς ἐπὶ νίκῃ καταφρονοῦντας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.39 Joseph. AJ 5.44 (English) >>Joseph. AJ 5.48

Powered by PhiloLogic